previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τῆς τῶν μετεώρων σημειώσεως Χρήσιμοι δ̓ ἂν εἶεν πρὸς τὰς τῶν κατὰ μέρος ἐπισημασιῶν προγνώσεις καὶ αἱ τῶν γινομένων σημείων περί τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας παρατηρήσεις. Τὸν μὲν οὖν ἥλιον παρατηρητέον πρὸς μὲν τὰς ἡμερησίους καταστάσεις ἀνατέλλοντα, πρὸς δὲ τὰς νυκτερινὰς δύνοντα, πρὸς δὲ τὰς παρατεινούσας κατὰ τοὺς πρὸς τὴν σελήνην σχηματισμούς, ὡς ἑκάστου σχήματος τὴν μέχρι τοῦ ἑξῆς κατάστασιν ὡς ἐπὶ πᾶν προσημαίνοντος. καθαρὸς μὲν γὰρ καὶ ἀνεπισκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων δύνων εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτικός, ποικίλον δὲ τὸν κύκλον ἔχων ὑπόπυρρον ἀκτῖνας ἐρυθρὰς ἀποπέμπων ἤτοι εἰς τὰ ἔξω [p. 214] ὡς ἐφ̓ ἑαυτὸν κυκλουμένας τὰ καλούμενα παρήλια νέφη ἐξ ἑνὸς μέρους ἔχων σχήματα νεφῶν ὑπόκιρρα καὶ ὡσεὶ μακρὰς ἀκτῖνας ἀπομηκύνων, ἀνέμων σφοδρῶν ἐστι σημαντικὸς καὶ τοιούτων πρὸς ἃς ἂν γωνίας τὰ προειρημένα σημεῖα γίνηται. μέλας δὲ ὑπόχλωρος ἀνατέλλων δύνων μετὰ συννεφίας ἅλως ἔχων περὶ αὑτὸν καθ̓ ἓν μέρος ἐξ ἀμφοτέρων τῶν μερῶν παρήλια νέφη καὶ ἀκτῖνας ὑποχλώρους μέλανας, χειμώνων καὶ ὑετῶν ἐστι δηλωτικός. Τὴν δὲ σελήνην τηρητέον ἐν ταῖς πρὸ τριῶν ἡμερῶν μετὰ τρεῖς παρόδοις τῶν τε συνόδων καὶ πανσελήνων καὶ διχοτόμων. λεπτὴ μὲν γὰρ καὶ καθαρὰ φαινομένη καὶ μηδὲν ἔχουσα περὶ αὐτήν, εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτική: λεπτὴ δὲ καὶ ἐρυθρὰ καὶ ὅλον τὸν τοῦ ἀφωτίστου κύκλον ἔχουσα διαφανῆ καὶ ὑποκεκινημένον, ἀνέμων ἐστὶν ἐπισημαντική, καθ̓ ὧν ἂν μάλιστα ποιῆται τὴν πρόσνευσιν: μέλαινα δὲ χλωρὰ καὶ παχεῖα θεωρουμένη χειμώνων καὶ ὄμβρων ἐστὶ δηλωτική. Παρατηρητέον δὲ καὶ τὰς περὶ αὐτὴν γινομένας ἅλως. εἰ μὲν γὰρ μία εἴη καὶ αὐτὴ καθαρὰ καὶ ἠρέμα ὑπομαραινομένη, εὐδίαν: εἰ δὲ δύο καὶ τρεῖς εἶεν, χειμῶνας δηλοῦσιν: ὑπόκιρροι μὲν οὖσαι καὶ ὥσπερ ῥηγνύμεναι, τοὺς διὰ σφοδρῶν ἀνέμων: ἀχλυώδεις δὲ καὶ παχεῖαι, τοὺς διὰ νιφετῶν: ὑπόχλωροι δὲ μέλαιναι καὶ ῥηγνύμεναι, τοὺς δἰ ἀμφοτέρων: καὶ ὅσῳ ἂν πλείους ὦσι, τοσούτῳ [p. 216] μείζονας. καὶ αἱ περὶ τοὺς ἀστέρας δὲ τούς τε πλανωμένους καὶ τοὺς λαμπροὺς τῶν ἀπλανῶν ἅλως συνιστάμεναι ἐπισημαίνουσι τὰ οἰκεῖα τοῖς τε χρώμασιν ἑαυτῶν καὶ ταῖς τῶν ἐναπειλημμένων φύσεσι. Καὶ τῶν ἀπλανῶν δὲ τῶν κατά τι πλῆθος συνεγγὺς ὄντων παρατηρητέον τὰ χρώματα καὶ τὰ μεγέθη. λαμπρότεροι γὰρ καὶ μείζονες ὁρώμενοι παρὰ τὰς συνήθεις φαντασίας εἰς ὁποιονδήποτε μέρος ὄντες ἀνέμους τοὺς ἀπὸ τοῦ οἰκείου τόπου διασημαίνουσιν. οὐ μὴν ἀλλὰ καὶ τῶν ἰδίως νεφελοειδῶν συστροφῶν οἷον τῆς Φάτνης καὶ τῶν ὁμοίων, ἐπὰν αἰθρίας οὔσης αἱ συστάσεις ἀμαυραὶ καὶ ὥσπερ ἀφανεῖς πεπαχυμέναι θεωρῶνται, φορᾶς ὑδάτων εἰσὶ δηλωτικαί: καθαραὶ δὲ καὶ παλλόμεναι συνεχῶς σφοδρῶν πνευμάτων: ἐπὰν δὲ τῶν ἀστέρων τῶν παῤ ἑκάτερα τῆς Φάτνης τῶν καλουμένων Ὄνων μὲν βόρειος ἀφανὴς γένηται, βορέαν πνεύσειν σημαίνει, δὲ νότιος νότον. Καὶ τῶν ἐπιγινομένων δὲ κατὰ καιροὺς ἐν τοῖς μετεώροις αἱ μὲν τῶν κομητῶν συστροφαὶ ὡς ἐπὶ πᾶν αὐχμοὺς καὶ ἀνέμους προσημαίνουσι καὶ τοσούτῳ μείζονας ὅσῳ ἂν ἐκ πλειόνων μερῶν καὶ ἐπὶ πολὺ σύστασις γένηται. Αἱ δὲ διάδρομοι καὶ οἱ ἀκοντισμοὶ τῶν ἀστέρων, [p. 218] εἰ μὲν ἀπὸ μιᾶς γίνοιντο γωνίας, τὸν ἀπ̓ ἐκείνης ἄνεμον δηλοῦσιν: εἰ δ̓ ἀπὸ τῶν ἐναντίων, ἀκαταστασίαν πνευμάτων: εἰ δὲ ἀπὸ τῶν τεττάρων, παντοίους χειμῶνας μέχρι βροντῶν καὶ ἀστραπῶν καὶ τῶν τοιούτων. ὡσαύτως δὲ καὶ τὰ νέφη πόκοις ἐρίων ὄντα παραπλήσια προδηλωτικὰ ἐνίοτε γίνεται χειμώνων. αἵ τε συνιστάμεναι κατὰ καιροὺς ἴριδες χειμῶνας μὲν ἐξ εὐδίας, εὐδίας δὲ ἐκ χειμώνων προσημαίνουσι: καὶ ὡς ἐπὶ πᾶν συνελόντι εἰπεῖν, αἱ καθ̓ ὅλου τοῦ ἀέρος ἐπιγινόμεναι ἰδιόχροοι φαντασίαι τὰ ὅμοια δηλοῦσι τοῖς ὑπὸ τῶν οἰκείων συμπτωμάτων κατὰ τὰ προδεδηλωμένα διὰ τῶν ἔμπροσθεν ἀποτελουμένοις. μὲν δὴ τῶν καθολικῶν ἐπίσκεψις, τῶν τε ὁλοσχερεστέρων θεωρουμένων καὶ τῶν ἐπὶ μέρους, μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες ὑπομνηματίσθω. τῆς δὲ κατὰ τὸ γενεθλιαλογικὸν εἶδος προγνώσεως τὰς πραγματείας ἐν τοῖς ἑξῆς κατὰ τὴν προσήκουσαν ἀκολουθίαν ἐφοδεύσομεν.

hide References (11 total)
  • Cross-references to this page (11):
    • Dictionary of Greek and Roman Geography (1854), ABODI´ACUM
    • Dictionary of Greek and Roman Geography (1854), AMBISO´NTES
    • Dictionary of Greek and Roman Geography (1854), CAMPODU´NUM
    • Dictionary of Greek and Roman Geography (1854), CONSUANTAE
    • Dictionary of Greek and Roman Geography (1854), GENAUNI
    • Dictionary of Greek and Roman Geography (1854), LEUNI
    • Dictionary of Greek and Roman Geography (1854), LICATII
    • Dictionary of Greek and Roman Geography (1854), LICIAS
    • Dictionary of Greek and Roman Geography (1854), NÓRICUM
    • Dictionary of Greek and Roman Geography (1854), RUNICATAE
    • Dictionary of Greek and Roman Geography (1854), VINDELI´CIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: